Δευτέρα 4 Ιανουαρίου 2021

Άγιος Ιωάννης ο Δαμασκηνός. Περὶ ἀναστάσεως, καὶ κρίσεως, καὶ αἰωνίου κολάσεως.

 



Άγιος Ιωάννης ο Δαμασκηνός. Εις τα ιερά παράλληλα. (Στοιχείον Α΄. Τίτλος ΙΕ′. Περὶ ἀναστάσεως, καὶ κρίσεως, καὶ αἰωνίου κολάσεως).

ΤΙΤΛ. ΙΕ′. Περὶ ἀναστάσεως, καὶ κρίσεως, αἰωνίας κολάσεως.

Ψαλμ. 9, 8 – «῾Ητοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, καὶ αὐτὸς κρινεῖ.»

Ψαλμ. 103, 29 – «᾿Αντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.»

Παροιμ. 11, 31 – «Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;»

Εκκλ. 12, 14 – «Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, ἐὰν πονηρόν.»

Αμώς 5, 18 – «Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! ῞Ινα τί ὑμῖν αὕτη ἡμέρα Κυρίου; αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς.»

Ιωήλ 2, 11 – «Μεγάλη ἡ ἡμέρα Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα. Τίς ἔσται ἱκανὸς αὐτῇ;»

Ιωήλ 4, 12-16 – «᾿Εξεγειρέσθω, καὶ ἀναβαινέτω πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα ᾿Ιωσαφὰτ, ὅτι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη εἰς τὴν κύκλωθεν. ᾿Εξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν ὁ τρυγητός. Εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερχεῖται τὰ ὑπολήνια, ὅτι ἐπληθύνθη τὰ κακὰ αὐτῶν. ῏Ηχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης· ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ ῾Ιερουσαλὴμ δώσει τὴν φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ.»

Σοφον. 1, 14 – «Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου. ῾Ητοίμασε Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ. ᾿Εγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα. Φωνὴ ἡ ἡμέρα Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται· ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης, καὶ ἀφανισμοῦ· ἡμέρα σκότους καὶ γνόφου.»

Μαλαχ. 3, 1-2 – «᾿Ιδοὺ ἔρχεται, λέγει Κύριος ὁ παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ ἐν χωνευτηρίῳ, καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον.»

Μαλαχ. 4, 4 – «᾿Ιδοὺ ἐγὼ ἀποστέλλω ᾿Ηλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.»

Ησ. 2, 19 – «Νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.»

Ησ. 13, 9-11 – «᾿Ιδοὺ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται μετὰ θυμοῦ καὶ ὀργῆς, θῆναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσει ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ ᾿Ωρίων, καὶ ὁ κόσμος πᾶς τοῦ οὐρανοῦ, τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτασθήσονται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς. Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολέσω ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.»

Ησ. 26, 19 – «᾿Αναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις.»

Ησ. 66, 18 – «᾿Εγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν συλλογισμὸν ἔρχομαι συναγαγεῖν.»

Ησ. 34, 4 – «Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσοῦνται ὡς φύλλον ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλον ἀπὸ συκῆς.»

Ησ. 54, 17 – «Πᾶσα φωνὴ ἀναστήσεται πρὸς σὲ εἰς κρίσιν, καὶ πάντα αὐτοὺς ἐτάσει· οἱ δὲ ἔνοχοι ἔσονται ἐν λύπῃ.»

Ησ. 62, 11 – «᾿Ιδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ ὁ Κύριος ἡμῶν μετὰ ἰσχύος ἔρχεται. ᾿Ιδοὺ ὁ μισθὸς μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἐνώπιον αὐτοῦ.»

Ησ. 66, 15 – «᾿Ιδοὺ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. ᾿Εν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ.»

Ιεζ. 37, 5-6 – «Τάδε λέγει Κυρίος τοῖς ὀστέοις τούτοις· ᾿Ιδοὺ ἐγὼ φέρω ἐφ’ ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ’ ὑμᾶς νεῦρα, καὶ ἄξω ἐφ’ ὑμᾶς σάρκα· καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος.»

Ιερ. 32, 17 – «Κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι, κρίνεσθαι αὐτὸς πρὸς πᾶσαν σάρκα.»

Δαν. 7, 9-10 – «᾿Εθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθητο. Καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· καὶ ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, καὶ οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χιλίαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστήκεισαν αὐτῷ. ῎Εμπροσθεν αὐτοῦ κριτήριον ἐκάθισεν, καὶ αἱ βίβλοι ἠνεῴχθησαν.»

Δαν. 11, 1-3 – «᾿Εν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ· καὶ ἔσται καιρὸς θλίψεως, οἷος οὐ γέγονεν ἀφ’ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, ἕως καιροῦ ἐκείνου. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ ταύτῃ· καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται. Οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν, καὶ αἰσχύνην αἰώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν, ὡσεὶ ἀστέρες εἰς τὸν αἰῶνα.»

Ματθ. 12, 36-37 – «Λέγω ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. ᾿Εκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ.»

Ματθ. 13, 36-43 – «Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. ῾Ο δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ῾Ο σπείρων καλὸν σπέρμα, ἔστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρὸς, ἔστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνια, εἰσὶν υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτὰ, ἔστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς, συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ, ἄγγελοί εἰσιν. ῞Ωσπερ οὖν συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ καίεται, ούτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. ᾿Αποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ ἐμβαλοῦσι αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. ᾿Εκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν.»

Ματθ. 16, 27 – «Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν.»

Ματθ. 24, 29-31, 36 – «Εὐθέως μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς· καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως, καὶ δόξης πολλῆς· καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος καὶ φωνῆς μεγάλης, καὶ συλλέξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης, καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος.»

Ματθ. 25, 13 – «Γρηγορεῖτε. ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν.»

Ιω. 5, 28 – «῎Ερχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ· καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.»

Λουκ. 17, 26-30 – «Καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, ούτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ ἀνθρώπου. ῎Ησθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίσκοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν, καὶ ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἀπώλεσε πάντας. ῾Ομοίως καὶ  ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν θεῖον ἀπ’ οὐρανοῦ, καὶ ἀπώλεσεν ἅπαντας. Κατὰ ταῦτα ἔσται ἡ ἡμέρᾳ, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.»

Λουκ. 21, 25-27«Τότε ἔσται σημεῖα ἐν ἡλίῳ, σελήνῃ, καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνιδίως ἐφ’ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. ῾Ως παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.»

Μαρκ. 12, 25 – «῞Οταν ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοί εἰσιν ἐν οὐρανῷ.»

Ρωμ. 8, 18-19 – «Λογίζομαι, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ῾Η γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.»

Α΄ Κορ. 8, 13-15 – «῾Εκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησεν, μισθὸν λήψεται. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.»

Α΄ Κορ. 15, 44-56 – «Οὕτως γέγραπται· ᾿Εγένετο ὁ πρῶτος ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος ᾿Αδὰμ εἰς πνεῦμα ζωοποιόν. ᾿Αλλ’ οὐ πρῶτον τὸ πνευματικόν· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τοῦτό φημι, ἀδελφοί μου, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. ᾿Ιδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. ᾿Εν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ· καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσεται ἀθανασίαν. ῞Οταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσεται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσεται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος. Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία; ῾Η δὲ δύναμις τῆς ἁμαρτίας, ὁ νόμος.»

Β΄Κορ. 5, 10 – «Τοὺς πάντας ἡμᾶς φανερωθῆναι, δεῖ έμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, καθὰ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.»

Γαλ. 6, 7 – «῝Ο γὰρ ἂν σπείρῃ ἄνθρωπος; τοῦτο καὶ θερίσει.»

Α΄Θεσ. 5, 13 – «Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.»

Α΄Θεσ. 5, 1-3 – «Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. ῞Οταν γὰρ εἴπωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπιστήσεται ὄλεθρος. ῞Ωσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.»

Β΄ Θεσ. 2, 1-11 – «᾿Ερωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός· μηδὲ θροεῖσθε, μηδὲ διὰ πνεύματος, μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρᾳ Κυρίου. Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν, ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν, ὅτι ἐστὶ Θεός. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος ᾿Ιησοῦς Χριστὸς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ τὴν ἐπιφάνειᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ.»

Εβρ. 10, 31 – «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.»

Β΄ Πετρ. 3, 10 – «῞Ηξει ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, ἐν ᾗ οἱ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται· στοιχειά δὲ καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται.»

Ιουδ. 14-15 – «᾿Ιδοὺ ἔρχεται Κύριος ἐν μυριάσιν ἁγίαις αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων τῶν ἔργων αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν λόγων, ὧν ἐλάλησαν κατ’ αὐτοῦ οἱ ἁμαρτωλοί.»

Μ. Βασίλειος – «Μή με νομίσῃ ὥσπερ μητέρα τινὰ τροφὸν, ψευδῆ σοι μορμολύκεια ἐπισείειν, ὥσπερ ἐκεῖναι ποιεῖν περὶ τοὺς νηπίους τῶν παίδων εἰώθασιν, ὅταν θρηνῶσιν ἄτακτα καὶ ἀπέραντα, καὶ δι’ ἐπιπλάστων διηγημάτων κατασιγάζουσιν. Ταῦτα μὲν οὐ μῦθος, ἀλλὰ λόγος ἀψευδὴς προκεκηρυγμένος φωνεῖ. Καὶ ἴσθι ἀκριβῶς, ὅτι γενήσεται τῶν βεβιωμένων ἔλεγχος ἀκριβής.

Μ. Βασίλειος – Οὐκ ἔνι ῥήτωρ ἐκεῖ· οὐκ ἔνι πιθανότης ῥημάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσι κόλακες, οὐ τὰ χρήματα, οὐδ’ ὄγκος ἀξιώματος· ἔρημος φίλων, ἔρημος βοηθῶν, ἀσυνηγόρητος, καταισχυνόμενος ἕκαστος ἀπολειφθήσεται· σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος. ῞Οπου ἄν τις περιαγάγῃ τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψεται τῶν ἔργων τὰς εἰκόνας. ῞Ωσπερ γὰρ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργεῖς τὰς πράξεις ἐξεικονίζουσαι. Διὰ τοῦτο οὐκ ἔστιν ἄρνησις ἐκεῖ· ἀλλὰ φράσσεται στόμα ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγματα, οὐ φωνὴν ἀφίεντα, ἀλλὰ τοιαῦτα φαινόμενα, οἷα ὑφ’ ἡμῶν γεγένηται.

Μ. Βασίλειος – ῝Εν καὶ τοῦτο τῆς τοῦ διαβόλου μεθοδείας, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαθομένους τῶν τοσούτων ἀποφάσεων, τέλος κολάσεων ἑαυτοῖς ὑπογράφειν, εἰς τὸ μᾶλλον κατατολμᾷν τῆς ἁμαρτίας. «῾Ο γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται.»

Μ. Βασίλειος – ᾿Εκεῖ κρίνεται, οὐχὶ μόνον ὁ καθηγησάμενος τοῦ δεινοῦ, ἀλλὰ καὶ ὁ πονηρῷ ἡγεμόνι πρὸς τὴν ἁμαρτίαν ἀκολουθήσας.

Μ. Βασίλειος. Εις Εξαήμερον, ομιλ. 2 – Φησὶν ὁ προφήτης· «῞Ινα τί ὑμεῖς ζητεῖτε τὴν ἡμέραν Κυρίου; καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς·» σκότος δὲ δηλονότι τοῖς ἀξίοις τοῦ σκότους. ᾿Επεὶ ἀνέσπερον καὶ ἀδιάδοχον, καὶ ἀτελεύτητον τὴν ἡμέραν ἐκείνην οἶδεν ὁ λόγος, ἣν καὶ ὀγδόην ὁ ψαλμῳδὸς προσηγόρευσεν, διὰ τὸ ἔξω κεῖσθαι τοῦ ἑβδοματικοῦ τούτου χρόνου. ῞Ωστε κἂν ἡμέραν εἴπῃς, καὶ αἰῶνα, τὴν αὐτὴν ἐρεῖς ἔννοιαν. Εἴτε οὖν ἡμέρα ἡ κατάστασις ἐκείνη λέγοιτο, μία ἐστὶ, καὶ οὐ πολλαί· εἴτε αἰὼν προσαγορεύοιτο, μοναχὸς ἂν εἴη, καὶ οὐ πολλοστός.

Γρηγ. Θεολόγος – Καλὸν μὴ ῥήματος μόνον καὶ πράξεως, ἀλλὰ καὶ καιροῦ παντὸς, καὶ ὥρας αὐτῆς τοῦ ἀκαριαίου καὶ λεπτοτάτου οἴεσθαι λόγον ἀπαιτεῖσθαι ἡμᾶς.

Μη ανιχνευθέν – Γίνωσκε συλλέγεσθαι εἰς ὕστερον.

Ιω. Χρυσόστομος – Οὐδὲν ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθήσεται ἐκεῖ παρὰ τοῦ κριτοῦ. Εἰ γὰρ ἁμαρτημάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων τιννύειν μέλλομεν τιμωρίας ἡμεῖς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μικρὰ λογισθήσεται.

Ιω. Χρυσόστομος – ᾿Αντίστασις ἔσται ἐκεῖ τῶν πονηρῶν πράξεων, καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγὸν, ἔσωσαν οὐ μικρᾶς τὸν ἐργάτην τῶν ἑαυτῶν· κἂν τοσούτων ἰσχύσῃ πονηρῶν πράξεων ἐργασία βλάψαι, ὅσον κατασπᾶσαι τῆς πρώτης χώρας, αὐτὸν εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων, ὡς καὶ δυνηθῆναι ἀντιστῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ἀνωθισμόν.

Ιω. Χρυσόστομος – Μνημονεύετε τῆς φρικώδους, καὶ φοβερᾶς ἡμέρας, ἐν ᾗ πάντες παρίστανται τῷ βήματι τοῦ Χριστοῦ, δώσοντες δίκας τῶν πεπραγμένων, ἔνθα πρὸ ὀφθαλμῶν πάντων προτεθήσεται τὰ ἁμαρτήματα, καὶ ἀποκαλυφθήσεται, καὶ τοῖς ἀγνοοῦσιν ἐπιδειχθήσεται· ἔνθα ἡ πηγὴ τοῦ πυρὸς, καὶ ὁ ἀκοίμητος σκώληξ. ῎Ενθα πάντα γυμνὰ καὶ τετραχηλισμένα· ἔνθα βίβλοι τῶν καρδιῶν ἡμῶν ἀνοιγήσονται, καὶ ἐν μέσῳ ἀναγνωσθήσεται τὰ φανερὰ καὶ τὰ κεκρυμμένα, τὰ ἐν νυκτὶ, καὶ τὰ ἐν ἡμέρᾳ.

Ιω. Χρυσόστομος – ᾿Επὶ τοῦ ἑνὸς οὐ θέλομεν ἀσχημονῆσαι ἐνταῦθα, ἐπὶ δὲ μυριάδων τοσούτων ἐκεῖ τί ποιήσομεν

Ιω. Χρυσόστομος – Καθάπερ ἡμεῖς τοῖς οἰκέταις τοῖς ἡμετέροις, οὐχὶ τῆς ἐξόδου μόνον, ἀλλὰ καὶ τῆς εἰσόδου ἀπαιτοῦμεν τὸν λόγον, ἐξετάζοντες πόθεν ὑπεδέξαντο χρήματα, καὶ παρὰ τίνων, καὶ πότε, καὶ πῶς, καὶ πόσα· οὕτως δὲ καὶ ὁ Θεὸς, οὐχὶ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς κτήσεως ἀπαιτήσει τὰς εὐθύνας.

Διον. Αρεοπαγίτης. Περί θείων ονομάτων, κεφ. 4 – Οὐ τὸ κολάζεσθαι ἐνταῦθα, κακὸν, ἀλλὰ τὸ ἄξιον τῆς ἐκεῖσε γενέσθαι κολάσεως.

Φίλων – Οὐκ ἔστι παρὰ Θεῷ, οὔτε πονηρὸν ὄντα ἀπολέσαι τὸν ἀγαθὸν μισθὸν περὶ ἑνὸς ἀγαθοῦ μετὰ πλειόνων κακῶν πεπραγμένου, οὔτε πάλιν ἀγαθὸν ὄντα, ἀπολέσαι τὴν κόλασιν, καὶ μὴ λαβεῖν αὐτὴν, εἰ μετὰ κακῶν πεπραγμένου, οὔτε πάλιν ἀγαθὸν ὄντα, ἀπολέσαι τὴν κόλασιν, καὶ μὴ λαβεῖν αὐτὴν, εἰ μετὰ πλειόνων ἀγαθῶν ἔν τινι γένηται πονηρεύων. ᾿Ανάγκη γὰρ ζυγῷ καὶ σταθμῷ πάντα ἀποδιδόναι τὸν Θεόν.

Φίλων – ῾Ο νοῦς ἑκάστῳ μάρτυς ἐστὶν ὧν ἐν ἀφανεῖ ἐβουλεύσαντο, καὶ τὸ συνειδὸς ἔλεγχος ἀδέκαστος, καὶ πάντων ἀψευδέστατος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου